Τρίτη 12 Απριλίου 2011

Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις - Νεοχωρίτης Παναγιώτης


Οὐκ ἔστιν ἡ Βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις ἀλλὰ δικαιοσύνη καὶ ἄσκησις, σὺν ἁγιασμῷ· ὅθεν οὐδὲ πλούσιοι εἰσελεύσονται ἐν αὐτῇ, ἀλλ' ὅσοι τοὺς θησαυρούς αὐτῶν ἐν χερσὶ πενήτων ἀποτίθενται. Ταῦτα καὶ Δαυῒδ ὁ Προφήτης διδάσκει λέγων· Δίκαιος ἀνὴρ ὁ ἐλεῶν ὅλην τὴν ἡμέραν, ὁ κατατρυφῶν τοῦ Κυρίου καὶ τῷ φωτὶ περιπατῶν ὃς οὐ μὴ προσκόψῃ, ταῦτα δὲ πάντα, πρὸς νουθεσίαν ἡμῶν γέγραπται ὅπως νηστεύοντες, χρηστότητα ποιήσωμεν, καὶ δῴη ἡμῖν Κύριος ἀντὶ τῶν ἐπιγείων τὰ ἐπουράνια.

Δεν υπάρχουν σχόλια: